Add parallel Print Page Options

12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις [a]ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ. 13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, 14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ [b]καὶ Ἰάκωβον καὶ Ἰωάννην [c]καὶ Φίλιππον καὶ Βαρθολομαῖον 15 [d]καὶ Μαθθαῖον καὶ Θωμᾶν [e]καὶ [f]Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν 16 [g]καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν [h]Ἰσκαριὼθ [i]ὃς ἐγένετο προδότης.

17 Καὶ καταβὰς μετ’ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος [j]πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, 18 οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ [k]ἐνοχλούμενοι ἀπὸ πνευμάτων [l]ἀκαθάρτων ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος [m]ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.

22 Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ [n]τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. 24 πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. 25 οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι [o]νῦν, ὅτι πεινάσετε. [p]οὐαί, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.

26 Οὐαὶ ὅταν [q]καλῶς ὑμᾶς εἴπωσιν [r]πάντες οἱ ἄνθρωποι, κατὰ [s]τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.

27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους [t]ὑμᾶς, προσεύχεσθε [u]περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 [v]παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ [w]ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.

32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33 [x]καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; [y]καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34 καὶ ἐὰν [z]δανίσητε παρ’ ὧν ἐλπίζετε [aa]λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; [ab]καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 [ac]γίνεσθε οἰκτίρμονες [ad]καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν·

37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· [ae]καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον [af]σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· [ag]ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:12 ἐξελθεῖν αὐτὸν WH Treg NIV ] ἐξηλθεν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:14 *καὶ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:14 *καὶ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:15 *καὶ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:15 *καὶ WH NIV ] – Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:15 Ἰάκωβον WH Treg NIV ] + τὸν τοῦ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:16 καὶ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:16 Ἰσκαριὼθ WH Treg NIV ] Ἰσκαριώτην RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:16 ὃς WH NIV ] + καὶ Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:17 πολὺς WH NIV ] – Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:18 ἐνοχλούμενοι ἀπὸ WH Treg NIV ] ὀχλούμενοι ὑπὸ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:18 ἀκαθάρτων WH Treg NIV ] + καὶ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:19 ἐζήτουν WH Treg NIV ] ἐζήτει RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:23 τὰ αὐτὰ WH Treg NIV ] ταῦτα RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:25 νῦν WH Treg NIV ] – RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:25 οὐαί WH Treg NIV ] + ὑμῖν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:26 καλῶς ὑμᾶς WH Treg RP ] ὑμᾶς καλῶς NIV
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:26 πάντες WH Treg NIV ] – RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:26 τὰ αὐτὰ WH Treg NIV ] ταῦτα RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:28 ὑμᾶς WH Treg NIV ] ὑμῖν RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:28 περὶ WH NIV ] ὑπὲρ Treg RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:30 παντὶ WH NIV ] + δὲ τῷ Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31 ἄνθρωποι WH NIV ] + καὶ ὑμεῖς Treg RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ Treg NIV RP ] + γὰρ WH NA
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ WH NIV ] + γὰρ Treg RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 δανίσητε WH NIV ] δανείζετε Treg; δανείζητε RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 λαβεῖν WH Treg NIV ] ἀπολαβεῖν RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 καὶ WH NIV ] + γὰρ Treg RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 γίνεσθε WH Treg NIV ] + οὖν RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 καθὼς WH NIV ] + καὶ Treg RP NA
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37 καὶ WH NIV ] – Treg RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 σεσαλευμένον WH Treg NIV ] καὶ σεσαλευμένον καὶ RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 ᾧ γὰρ μέτρῳ WH Treg NIV ] Τᾧ γὰρ αὐτῷ μέτρῳ ᾧ RP